Joshua 8

1καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιάσῃς· λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι Καὶ τὴν γῆν αὐτοῦ. 2καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω. 3καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς λαὸς πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαι. ἐπέλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός. 4καὶ ἐνετείλατο αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι. 5καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαι εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν. 6καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν. 7ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν. 8κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν. 9καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι. ἀπὸ θαλάσσης τῆς γαι 10καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωῒ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαι. 11καὶ πᾶς λαὸς πολεμιστὴς μετ' αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ' ἀνατολῶν, 12καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης. 13 14καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι, ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ' εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς λαὸς μετ' αὐτοῦ, καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως. 15καὶ εἶδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν. 16καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως· 17οὐ κατελείφθη οὐθεὶς ἐν τῇ Γαι, ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ. 18καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν, 19καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί. 20καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ὧδε. 21καὶ Ἰησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι. 22καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα. 23καὶ τὸν βασιλέα τῆς Γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν. 24καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας. 25καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαι, 26 27πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ. 28καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης. 29καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης. 30
LXX: Jos.9:2 #A
τοτε ωκοδομησεν ιησους θυσιαστηριον κυριω τω θεω ισραηλ εν ορει γαιβαλ
31
LXX: Jos.9:2 #B
καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου τοις υιοις ισραηλ καθα γεγραπται εν τω νομω μωυση θυσιαστηριον λιθων ολοκληρων εφ ους ουκ επεβληθη σιδηρος και ανεβιβασεν εκει ολοκαυτωματα κυριω και θυσιαν σωτηριου
32
LXX: Jos.9:2 #C
και εγραψεν ιησους επι των λιθων το δευτερονομιον νομον μωυση ον εγραψεν ενωπιον υιων ισραηλ
33
LXX: Jos.9:2 #D
και πας ισραηλ και οι πρεσβυτεροι αυτων και οι δικασται και οι γραμματεις αυτων παρεπορευοντο ενθεν και ενθεν της κιβωτου απεναντι και οι ιερεις και οι λευιται ηραν την κιβωτον της διαθηκης κυριου και ο προσηλυτος και ο αυτοχθων οι ησαν ημισυ πλησιον ορους γαριζιν και οι ησαν ημισυ πλησιον ορους γαιβαλ καθοτι ενετειλατο μωυσης ο θεραπων κυριου ευλογησαι τον λαον εν πρωτοις
34
LXX: Jos.9:2 #E
και μετα ταυτα ουτως ανεγνω ιησους παντα τα ρηματα του νομου τουτου τας ευλογιας και τας καταρας κατα παντα τα γεγραμμενα εν τω νομω μωυση
35
LXX: Jos.9:2 #F
ουκ ην ρημα απο παντων ων ενετειλατο μωυσης τω ιησοι ο ουκ ανεγνω ιησους εις τα ωτα πασης εκκλησιας υιων ισραηλ τοις ανδρασιν και ταις γυναιξιν και τοις παιδιοις και τοις προσηλυτοις τοις προσπορευομενοις τω ισραηλ
Copyright information for LXX